Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.114.1 | Hdt. 2.115.3 (English) | >>Hdt. 2.116.2 |
2.115.1
ἀκούσας δὲ ταῦτα ὁ Θῶνις συλλαμβάνει τὸν Ἀλέξανδρον καὶ τὰς νέας αὐτοῦ κατίσχει , μετὰ δὲ αὐτόν τε τοῦτον ἀνήγαγε ἐς Μέμφιν καὶ τὴν Ἑλένην τε καὶ τὰ χρήματα , πρὸς δὲ καὶ τοὺς ἱκέτας .
2.115.2 ἀνακομισθέντων δὲ πάντων , εἰρώτα τὸν Ἀλέξανδρον ὁ Πρωτεὺς τίς εἴη καὶ ὁκόθεν πλέοι . ὁ δέ οἱ καὶ τὸ γένος κατέλεξε καὶ τῆς πάτρης εἶπε τὸ οὔνομα , καὶ δὴ καὶ τὸν πλόον ἀπηγήσατο ὁκόθεν πλέοι .
2.115.3 μετὰ δὲ ὁ Πρωτεὺς εἰρώτα αὐτὸν ὁκόθεν τὴν Ἑλένην λάβοι · πλανωμένου δὲ τοῦ Ἀλεξάνδρου ἐν τῷ λόγῳ καὶ οὐ λέγοντος τὴν ἀληθείην , ἤλεγχον οἱ γενόμενοι ἱκέται , ἐξηγεύμενοι πάντα λόγον τοῦ ἀδικήματος .
2.115.4 τέλος δὲ δή σφι λόγον τόνδε ἐκφαίνει ὁ Πρωτεύς , λέγων ὅτι “ἐγὼ εἰ μὴ περὶ πολλοῦ ἡγεύμην μηδένα ξείνων κτείνειν , ὅσοι ὑπʼ ἀνέμων ἤδη ἀπολαμφθέντες ἦλθον ἐς χώρην τὴν ἐμήν , ἐγὼ ἄν σε ὑπὲρ τοῦ Ἕλληνος ἐτισάμην , ὅς , ὦ κάκιστε ἀνδρῶν , ξεινίων τυχὼν ἔργον ἀνοσιώτατον ἐργάσαο · παρὰ τοῦ σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες . καὶ μάλα ταῦτά τοι οὐκ ἤρκεσε , ἀλλʼ ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων ἐκκλέψας .
2.115.5 καὶ οὐδὲ ταῦτά τοι μοῦνα ἤρκεσε , ἀλλὰ καὶ οἰκία τοῦ ξείνου κεραΐσας ἥκεις .
2.115.6 νῦν ὦν ἐπειδὴ περὶ πολλοῦ ἥγημαι μὴ ξεινοκτονέειν , γυναῖκα μὲν ταύτην καὶ τὰ χρήματα οὔ τοι προήσω ἀπάγεσθαι , ἀλλʼ αὐτὰ ἐγὼ τῷ Ἕλληνι ξείνῳ φυλάξω , ἐς ὃ ἂν αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ · αὐτὸν δέ σε καὶ τοὺς σοὺς συμπλόους τριῶν ἡμερέων προαγορεύω ἐκ τῆς ἐμῆς γῆς ἐς ἄλλην τινὰ μετορμίζεσθαι , εἰ δὲ μή , ἅτε πολεμίους περιέψεσθαι .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.114.1 | Hdt. 2.115.3 (English) | >>Hdt. 2.116.2 |